Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.45.5 | Hdt. 4.46.3 (English) | >>Hdt. 4.48.2 |
4.46.1
ὁ δὲ Πόντος ὁ Εὔξεινος , ἐπʼ ὃν ἐστρατεύετο ὁ Δαρεῖος , χωρέων πασέων παρέχεται ἔξω τοῦ Σκυθικοῦ ἔθνεα ἀμαθέστατα . οὔτε γὰρ ἔθνος τῶν ἐντὸς τοῦ Πόντου οὐδὲν ἔχομεν προβαλέσθαι σοφίης πέρι οὔτε ἄνδρα λόγιον οἴδαμεν γενόμενον , πάρεξ τοῦ Σκυθικοῦ ἔθνεος καὶ Ἀναχάρσιος .
4.46.2 τῷ δὲ Σκυθικῷ γένει ἓν μὲν τὸ μέγιστον τῶν ἀνθρωπηίων πρηγμάτων σοφώτατα πάντων ἐξεύρηται τῶν ἡμεῖς ἴδμεν , τὰ μέντοι ἄλλα οὐκ ἄγαμαι · τὸ δὲ μέγιστον οὕτω σφι ἀνεύρηται ὥστε ἀποφυγεῖν τε μηδένα ἐπελθόντα ἐπὶ σφέας , μὴ βουλομένους τε ἐξευρεθῆναι καταλαβεῖν μὴ οἷον τε εἶναι .
4.46.3 τοῖσι γὰρ μήτε ἄστεα μήτε τείχεα ᾖ ἐκτισμένα , ἀλλὰ φερέοικοι ἐόντες πάντες ἔωσι ἱπποτοξόται , ζῶντες μὴ ἀπʼ ἀρότου ἀλλʼ ἀπὸ κτηνέων , οἰκήματα τε σφι ᾖ ἐπὶ ζευγέων , κῶς οὐκ ἂν εἴησαν οὗτοι ἄμαχοί τε καὶ ἄποροι προσμίσγειν ;
ch. 47
4.47.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.45.5 | Hdt. 4.46.3 (English) | >>Hdt. 4.48.2 |